O Αγιος Φιλήμων
Οι Άγιοι Φιλήμων ο Απόστολος, Άρχιππος, Ονήσιμος και Απφία
Η μνήμη τους εορτάζεται 22 Νοεμβρίου

Απολυτίκιο. Ήχος δ’. Ταχύ προκατάβαλε.
Τετράς η θεόλεκτος, των Αποστόλων Χριστού, Φιλήμων και Άρχιππος, και συν Απφία ομού, ο θείος Ονήσιμος, λάμψαντες τοις εν σκότει, αληθείας την γνώσι, ήθλησαν ομοφρόνως, και την πλάνην καθείλον. Και νυν εξευμενίζονται, πάσι τον Κύριον.
Κοντάκιον. Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Ὡς Ἐκκλησίας θεμέλιοι καὶ λαμπτῆρες, καὶ τοῦ Σωτῆρος Ἀπόστολοι θεηγόροι, Φιλῆμον Ἀπφία καὶ Ὀνήσιμε, καὶ σὺν Ἀρχίππῳ ἅμα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῷ Λόγῳ σοφοὶ ἱεροκήρυκες.
Ὡς Ἐκκλησίας θεμέλιοι καὶ λαμπτῆρες, καὶ τοῦ Σωτῆρος Ἀπόστολοι θεηγόροι, Φιλῆμον Ἀπφία καὶ Ὀνήσιμε, καὶ σὺν Ἀρχίππῳ ἅμα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῷ Λόγῳ σοφοὶ ἱεροκήρυκες.
Μεγαλυνάριον.
Χαίρετε τοῦ Λόγου μυσταγωγοί, καὶ τῶν ἐν τῷ σκότει, πλανωμένων φωταγωγοί, Ἄρχιππε Φιλῆμον, Ὀνήσιμε Ἀπφία, Ἀπόστολοι θεόπται, Ἀγγέλων σύσκηνοι.
Χαίρετε τοῦ Λόγου μυσταγωγοί, καὶ τῶν ἐν τῷ σκότει, πλανωμένων φωταγωγοί, Ἄρχιππε Φιλῆμον, Ὀνήσιμε Ἀπφία, Ἀπόστολοι θεόπται, Ἀγγέλων σύσκηνοι.